Προσβάσιμη σελίδα

«Ἱεραρχῶν τούς ἀρχηγούς», Δοξαστικό αγ. Αθανασίου και Κυρίλλου (Σπ. Υφαντής)

Ακούστε το δοξαστικό του εσπερινού της μνήμης των αγ. Αθανασίου και Κυρίλλου από τον μακαριστό Πρωτοψάλτη του Ι.Μ. Ν. αγ. Αθανασίου Ιωαννίνων Άρχοντα Υμνωδό Σπυρίδωνα Υφαντή. Ποίημα Κυρίλλου Πατριάρχου Κωνσταντινουπόλεως, μέλος Σπ Υφαντή.

Ἦχος πλ. β’

Ἱεραρχῶν τούς ἀρχηγούς, Πατριαρχῶν τούς ἀκραίμονας, καί παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, τῶν ἐννοιῶν τοῦ Χριστοῦ τούς ἐκφάντορας, συνελθόντες ὧ φιλέορτοι, πνευματικοῖς ἐγκωμίοις αἰνέσωμεν λέγοντες· Χαίροις σοφέ Ἀθανάσιε, ἐπώνυμε τῆς ἀθανασίας, ὁ τόν ληρώδη Ἄρειον, καθάπερ λύκον ἐκσφενδονήσας τοῖς ποίμνης τοῦ Χριστοῦ, τῇ ἐλαστικῇ σφενδόνῃ τῶν θεοσόφων δογμάτων σου. Χαίροις ἀστήρ παμφαέστατε, ὑπέρμαχε τῆς Ἀειπαρθένου, ὁ στεντορείως αὐτήν Θεοτόκον, ἐν μέσῳ τοῦ ἐν Ἐφέσῳ ἱεροῦ συλλόγου, ἀνακηρύξας λαμπρῶς, καί τῶν Νεστορίου ληρημάτων καθαιρέτα, παμμακάριστε Κύριλλε· Χαίρετε θεολογίας πηγαί, θεοσοφίας ποταμοί ἀέναοι, καί βρύσεις θείας γνώσεως. Ἀλλ᾿ ὦ Πατέρες τρισόλβιοι, μή παύσησθε πρεσβεύοντες Χριστῷ, ὑπέρ τῶν πίστει καί πόθῳ τελούντων ὑμῶν, τήν πανίερον καί θείαν πανήγυριν.

Πρόσφατες
δημοσιεύσεις
«Ιερατικόν της Αγίας του Χριστού Μεγάλης Εκκλησίας»
Χερουβικόν Θρ. Στανίτσα ήχ. πλ. β΄ (Νικόλαος Στάθης)
Ο Ακάθιστος Ύμνος σε νεοελληνική απόδοση
«Βασιλεῦ οὐράνιε», Ιδιόμελο Πεντηκοστής (Γέρ. Θωμάς Μικραγιαννανίτης)
Ευαγγέλιο της Αγάπης τουρκιστί (π. Πλούταρχος Κωνσταντινίδης)