Θεία Λειτουργία στο παρεκκλήσιο των Μαρτύρων της Αλώσεως, στο ωδείο του «Σίμων Καράς»

30 Μαΐου 2021

Φωτογραφίες από την χθεσινή Θεία Λειτουργία στο παρεκκλήσιο των Μαρτύρων της Αλώσεως, στο ωδείο «Σίμων Καράς», στην Αθήνα. (29/5/2021)

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Ὑπομονῆς, τὸ πρῶτον Ἑλένης Αὐγούστης, τῆς Παλαιολογίνης. (†1450)

Στίχ. Στέμμα καταθέσασα ἀνάκτων κάτω,
Στέμμα εἴληφας, Ὑπομονή, ἐν πόλῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ μάρτυρος Κωνσταντίνου ια´ Παλαιολόγου, τελευταίου αὐτοκράτορος, ἀναιρεθέντος ὑπὸ τῶν Ὀθωμανῶν. (†1453)

Στίχ. Χεὶρ βαρβάρου τέμνει σε ἡ μιαιφόνος,
Χεὶρ Κυρίου νέμει σοι ἀξίως στέφος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἔν τε τῇ τῆς τοῦ Θεοῦ Σοφίας σεπτῇ καθέδρα τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας ἐν τῇ φρικτῇ τῆς θείας μυσταγωγίας ὥρᾳ, τῇ τοῦ Ῥωμανοῦ πύλῃ καὶ ἔνδον τῶν τειχῶν χώρα τῆς Βασιλευούσης τῶν πόλεων Κωνσταντίνου πόλεως, ἀναιρεθέντων ἀνωνύμων μαρτύρων ὑπὸ τῶν ἀλλοφύλλων τε καὶ ἀλλοθρήσκων, ἐν τῇ καταθλίπτῳ καὶ σκιερᾷ ἡμέρᾳ τῆς ἁλώσεως αὐτῆς. (†1453)

Στίχ. Κτείνουσιν ἄπιστοι πληθὺν Μαρτύρων,
πρέσβεις ἀπαύστους δωρούμενοι τῇ Πόλει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νεομάρτυρος Ἀνδρέου τοῦ Ἀργέντη, τοῦ ἐκ Χίου καὶ ἐν Κωνταντινουπόλει μαρτυρήσαντος. (†1465)

Στίχ. Τῶν συκοφαντῶν θῦμα ὢν ὁ Ἀνδρέας,/ Ἀνδρικῶς ἐκήρυξε Χριστοῦ τὴν πίστιν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Θεοδώρου, ἐπισκόπου Βρχὰτς τῆς Σερβίας, ὑπὸ τῶν Τούρκων ἀναιρεθέντος. (†1549)

Στίχ. Ἔχυσας αἷμα, Θεόδωρε τρισμάκαρ,/ Ὑπὲρ τοῦ Χριστοῦ, Ὃν ἔθυσας πολλάκις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νεομάρτυρος Νάννου, ἤτοι Ἰωάννου, τοῦ Θεσσαλονικέως, ἐν Σμύρνῃ μαρτυρήσαντος, καὶ ξίφει τελειωθέντος. (†1802)

Στίχ. Καὶ Νάννος ὤφθη χαριτωμένος νέος,/ Μάρτυς Κυρίου· ὢ ἄκρας εὐδοξίας!

 

Τῇ αὐτῇ ἡμέρα, ἄθλησις τοῦ ἁγίου νέου ἱερομάρτυρος Εὐθυμίου ἐπισκόπου Ζήλων, ἐκ Λέσβου ὁρμωμένου καὶ ἐν Ἀμασείᾳ τοῦ Πόντου ἐν βαρυτάτῃ εἱρκτῇ μαρτυρικῶς τελειωθέντος. (†1921)

Στίχ. Ὁ Εὐθύμιος ἐν εἱρκτῇ μαρτυρήσας,
Προσετέθη χορείᾳ Μαρτύρων.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.