Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς τῆς ἡμετέρας καρδίας, ὁ Πολυέλεος καὶ Πολυεύσπλαγχνος, ὁ μόνος Ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ ταῖς πρεσβείαις τῶν Σῶν θεραπόντων Πάντων τῶν Ἁγίων Ἀναργύρων προεξάρχοντος τοῦ Ἁγίου Μεγαλομάρτυρος Παντελεήμονος ἐπικαμπτόμενος καὶ τὰ αἰτήματα αὐτῶν ἐκπληρῶν, Αὐτὸς Κύριε Παντοκράτωρ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, διὰ πρεσβειῶν τῶν Ἁγίων Σου θεραπόντων, ἐπίβλεψον ἐπὶ τὴν ἡμετέραν δέησιν καὶ τὴν ἱκετήριον παράκλησιν καὶ ἐπίσκεψαι τὴν ταλαίπωρόν μου ὕπαρξιν, τὴν ἐξαθλιωμένην καὶ ἀσθενοῦσαν, τὴν ἀλγοῦσαν φρικτῶς καὶ ἐκ τούτου κλαίουσαν πικρῶς, ἵνα κουφίσῃς μου τὸ βάρος τῆς ἀσθενείας καὶ ἀναψύξῃς μου τὸ ἄλγος τῶν τραυμάτων καὶ παραμυθήσῃς μου τὴν ἀθυμίαν τῆς καρδίας καὶ διασκεδάσῃς μου τὸ πλῆθος τῶν λογισμῶν οἵτινες κατακλύζουσί μου τὴν ὕπαρξιν καὶ εἰς ἀδιέξοδον ἀπελπισίας ὠθοῦσι. Ναὶ Κύριε, ὁ Παράκλητος, παρηγόρησον τὴν ἡμετέραν καρδίαν τῇ Ὑμετέρᾳ παρουσίᾳ καὶ θεράπευσον τὴν ἀσθένειαν τοῦ ἡμετέρου σώματός τε καὶ ψυχῆς, πρεσβείαις τῆς Πανυπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν Ἁγίων Σου θεραπόντων Πάντων τῶν Ἁγίων Ἀναργύρων προεξάρχοντος τοῦ Ἁγίου Μεγαλομάρτυρος Παντελεήμονος καὶ Πάντων Σου τῶν Ἁγίων. Ἀμήν.
Πατέρας μας Ουράνιε…
«Τῆς αὐτολέκτου καί θείας διδασκαλίας Χριστοῦ, τήν προσευχήν μαθόντες, καθ’ ἑκάστην ἡμέραν, βοήσωμεν τῷ Κτίστῃ∙ Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν, τόν ἐπιούσιον ἄρτον δίδου ἡμῖν, παρορῶν ἡμῶν τά πταίσματα» (στιχηρό εσπερινού 1ης Σεπτεμβρίου). (Αφού μάθαμε την προσευχή της θείας διδασκαλίας που είπε ο Ίδιος ο Χριστός, ας φωνάξουμε στον Δημιουργό καθημερινά: Πατέρα μας […]