Ακολουθία εις ταφήν Αβαπτίστου Νηπίου Χριστιανών Γονέων

4 Αυγούστου 2020

ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΑΦΗΝ ΑΒΑΠΤΙΣΤΟΥ ΝΗΠΙΟΥ
ΧΡΙΣΤΙΑΝΩΝ ΓΟΝΕΩΝ

Ὁ ἱερεύς ποιεῖ εὐλογητόν καί ἀρξαμένης τῆς ἐκφορᾶς τοῦ νεκροῦ, ψάλλεται ὁ τρισάγιος ὕμνος μέχρι τοῦ ναοῦ ἤ τοῦ τάφου. Ἐκεῖ ἀρχόμεθα τοῦ ΡΙΗ´ ψαλμοῦ «Ἄμωμοι ἐν ὁδῷ…», ἄνευ αἰτήσεων καί ἐκφωνήσεων.

Ἀκολούθως λέγονται τά τροπάρια «Μετά πνευμάτων…» καί Ἀπόστολος καί Εὐαγγέλιον ἐκ τῆς Νεκρωσίμου Ἀκολουθίας εἰς Νήπια.

Καί ἐπισυνάπτεται ἡ Εὐχή «Ὁ φυλάσσων τὰ νήπια…» ἐκ τῆς Νεκρωσίμου Ἀκολουθίας εἰς Νήπια, ὡς καί ἡ κάτωθι εὐχή (βλ. Νεκρώσιμοι καί ἐπιμνημόσυνοι ἀκολουθίαι, Ἔκδοσις Ἀποστολικῆς Διακονίας, 1998, σελ. 94) :

«ΕΥΧΗ ΕΙΣ ΠΕΝΘΟΥΝΤΑΣ»

«Κύριε Κύριε, ἡ τῶν θλιβομένων παραμυθία καὶ τῶν πενθούντων παράκλησις καὶ πάντων τῶν ἐν ὀλιγοψυχίᾳ ἀντίληψις ὑπάρχων, τοὺς τῷ πένθει τοῦ κοιμηθέντος συνεχομένους τῇ σῇ εὐσπλαχνίᾳ παραμύθησαι· πᾶν ἄλγος ἐγκείμενον εἰς τὴν καρδίαν αὐτῶν θεράπευσον καὶ τὸν δοῦλον σου τὸνδε (τὴν δούλην σου τὴνδε), ἐπ’ ἐλπίδι ἀναστάσεως κεκοιμημένον (ην), ἐν κόλποις Ἀβραάμ ἀνάπαυσον.

Σὺ γάρ εἶ ἡ ἀνάπαυσις τῶν σῶν δούλων καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν».

Νεκρώσιμος ἀπόλυσις.

Κατατεθέντος δέ τοῦ νεκροῦ ἐν τῷ τάφῳ ὁ ἱερεύς ἐπιρρίπτει γῆν ἐπιλέγων· «Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς…».