Προσβάσιμη σελίδα

«Την χείρα σου την αψαμένην», Ιακώβου Πρωτοψάλτου, Δοξαστικό Θ’ Ώρας Θεοφανείων (Βατοπαιδινός Χορός)

Ο Βατοπαιδινός Χορός ψάλει το περίφημο δίχορο Δοξαστικό Ιδιόμελο της Θ΄ Ώρας των Θεοφανείων σε μέλος Ιακώβου Πρωτοψάλτου. Πρόκειται για μια ιστορική ηχογράφηση η οποία αποθησαυρίστηκε στην καλαίσθητη έκδοση το 1996 με τίτλο: «Ύμνοι Θεοφανείων».

Δόξα. Καὶ νῦν. Ἦχος πλάγιος τοῦ α΄

Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου. Δόξα σοι, Κύριε, δόξα σοι. Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου. Δόξα σοι, Κύριε, δόξα σοι. Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου. Δόξα σοι, Κύριε, δόξα σοι. Μεθ’ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας, ἔπαρον ὑπὲρ ἡμῶν πρὸς αὐτὸν Βαπτιστά, ὡς παρρησίαν ἔχων πολλήν, καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων, ὑπ’ αὐτοῦ μεμαρτύρησαι. Τοὺς ὀφθαλμούς σου πάλιν δέ, τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας, ὡς ἐν εἴδει περιστερᾶς κατελθόν. Ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά, ἵλεων ἡμῖν ἀπεργασάμενος. Καὶ δεῦρο στῆθι μεθ’ ἡμῶν (ἐκ γ΄), ἐπισφραγίζων τὸν ὕμνον καὶ προεξάρχων τῆς πανηγύρεως.

Ἡ Φήμη

Ὢ θαῦμα ἐκπλῆττον νοῦν καὶ ἀνθρωπίνην διάνοιαν! Ὁ Ἥλιος τῆς δικαιοσύνης εἰς τὰ ὕδατα λούεται, καὶ τὸ πῦρ τῆς Θεότητος ἐν τῷ Ἰορδάνῃ βαπτίζεται, καὶ Θεὸς ὑπὸ ἀνθρωπίνης χειρὸς ἁγιάζεται. Ἄνωθεν ὁ Πατὴρ ὡς βροντὴν τὴν ὑψηλὴν φωνὴν καταπέμπει· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, δι’ οὗ καὶ τοὺς οὐρανοὺς ἐστερέωσα καὶ τὴν γῆν ἐθεμελίωσα· Αὐτοῦ ἀκούετε. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· ὁ Προφήτης καὶ Πρόδρομος, μετὰ δέους τῷ μεγάλῳ μυστηρίῳ λειτουργῶν, ἐν φόβῳ παριστάμενος ἐβόα· οὐ τολμῶ προσψαῦσαι Κορυφῆς κρατούσης τὰ σύμπαντα. Σύ με ἁγίασον, Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ σου. Αὐτὸς οὖν φιλάνθρωπε Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, στερέωσον τὴν ἁγίαν καὶ ὀρθόδοξον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν εἰς αἰῶνας αἰώνων. Ἀμήν.

Σὺ στερέωσον καὶ διαφύλαξον ἀβλαβῆ, ἀστασίαστον, καὶ πάσης τοῦ ἀντικειμένου βλάβης ὑπερκειμένην, τὴν ἁγίαν καὶ Σεβασμίαν ἡμῶν, Βασιλικήν τε καὶ Πατριαρχικὴν Μονήν, Μεγίστην Λαύραν τοῦ Βατοπαιδίου εἰς αἰῶνας αἰώνων. Ἀμήν.

Ναί, Δέσποτα τῶν ἁπάντων, ἐπίβλεψον ἐπ’ αὐτὴν ἱλέῳ σου ὄμματι, καὶ ἐπίσκεψαι αὐτὴν ἐν τῷ πλήθει τοῦ ἐλέους σου, ῥυόμενος αὐτὴν ἀπὸ πάσης ἐπιβουλῆς, ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν, ἔμπλησον αὐτὴν ἀπὸ παντὸς ἀγαθοῦ, ἵνα μεταδιδοῦσα ἀφθόνως πᾶσι τοῖς δεομένοις οὐδέποτε ἐκλείψῃ εἰς δόξαν καὶ τιμὴν τῆς Παναχράντου σου Μητρός, τῆς προστάτιδος καὶ τροφοῦ ἡμῶν, τῆς Θαυματουργοῦ Βηματαρίσσης. Ἧς ταῖς πρεσβείαις καὶ ἱκεσίαις σκέπασον καὶ διαφύλαξον τὸν Πανοσιολογιώτατον ἅγιον Καθηγούμενον τῆς Ἱερᾶς καὶ Σεβασμίας Μεγίστης Λαύρας τοῦ Βατοπαιδίου, Ἐφραὶμ Ἱερομόναχον καὶ πᾶσαν τὴν ἐν Χριστῷ ἡμῶν ἀδελφότητα. Ἀμήν.

Χάρισαι αὐτῷ πνεῦμα σοφίας καὶ συνέσεως, ἵνα ἐν πνεύματι ἀγάπης, ἀγρύπνῳ ὄμματι καὶ ζεούσῃ προθυμίᾳ διακυβερνᾷ τοὺς οἴακας τῆς νοητῆς ταύτης νηὸς τοῦ Βατοπαιδίου. Τοὺς εὐλαβεστάτους Ἱερομονάχους καὶ λειτουργοὺς τῶν ἀχράντων σου μυστηρίων, τοὺς σεμνοπρεπεστάτους Ἱεροδιακόνους, Ἱεροψάλτας τε καὶ ἀναγνώστας, καὶ λοιποὺς τῆς ἐκκλησίας κοσμήτορας· καὶ τοὺς ἐν ταῖς διακονίαις καὶ ἐν ἀποδημίαις ὄντας ἀδελφοὺς ἡμῶν διαφύλαξον, δωρούμενος πᾶσιν ἡμῖν τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον. Ὅπως εἰς ἔτη πολλὰ ἑορτάζοντες καὶ πανηγυρίζοντες θεοφιλῶς καὶ θεαρέστως, τὰ ἅγια Θεοφάνεια, φαιδροὶ καὶ καθαροὶ εὑρεθῶμεν, ἐνώπιον τῆς Σῆς δόξης, μὴ ἔχοντες σπίλον ἢ ῥυτίδα, καὶ εἰσαχθῶμεν εἰς τὰς αἰωνίους μονάς, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία, προσκυνοῦντες Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν μίαν Θεότητα καὶ Βασιλείαν. Γένοιτο! γένοιτο! γένοιτο!

Πρόσφατες
δημοσιεύσεις
Μουσικές Φυλλάδες Κυριακής του Αντίπασχα (12/05/2024)
«Όλο το νόημα του Πάσχα»
Λόγος και Μέλος: Πέμπτη του Πάσχα
«Πασαπνοάρια» Ιακώβου Πρωτοψάλτου, ήχος γ' (Γέρ. Θωμάς Μικραγιαννανίτης)