Page 19 - Gkrillas_EkklhsiastikoDikaio
P. 19

Ο δεύτερος Κανών της εν Τρούλλω Συνόδου, επιτιμά όποιον ανατρέψει

                   ή  παραχαράξει  τους  Ιερούς  Κανόνες,  ενώ  ο  πρώτος  Κανών  προβαίνει  σε
                   αναθεματισμό και αποκοπή από το σώμα της Εκκλησίας σε όποιον αθετεί τα

                   δόγματα που ενυπάρχουν στους Κανόνες.
                          Η  εν  Τρούλω  Σύνοδος  προβαίνει  και  η  ίδια  σε  διόρθωση  Κανόνων

                   θεωρώντας  ότι  θεσπίστηκαν  σε  εσφαλμένη  βάση  εκκλησιολογικής  στήριξης.
                   Μια αντιβολή προς τον δέκατο Κανόνα της Συνόδου της Άγκυρας, προς τον

                   έκτο Κανόνα της εν Τρούλω Συνόδου, προς τον δέκατο πέμπτο Κανόνα της

                   Συνόδου της Νεοκαισαρείας και προς τον δέκατο έκτο Κανόνα της εν Τρούλω
                   Συνόδου, αποδεικνύει ότι η Εκκλησία δια της Συνόδου της διατηρεί στο ακέραιο



                   φωνὰς  τῶν  ἑκατὸν  ἑξήκοντα  πέντε  Θεοφόρων  Πατέρων,  τῶν  κατὰ  ταύτην  τὴν  βασιλίδα
                   συναγηγερμένων  πόλιν,  ἐπὶ  Ἰουστιανιανοῦ,  τοῦ  τῆς  εὐσεβοῦς  λήξεως  γενομένου  ἡμῶν
                   βασιλέως, ὡς ὑπὸ τοῦ Πνεύματος ἐξενεχθείσας γινώσκομεν, καὶ τοὺς μεθ’ ἡμᾶς ἐκδιδάσκομεν.
                   Οἳ  Θεόδωρον  τὸν  Μοψουεστίας,  τὸν  Νεστορίου  διδάσκαλον,  Ὠριγένην  τε,  καὶ  Δίδυμον,  καὶ
                   Εὐάγριον, τοὺς τὰς ἑλληνικὰς ἀναπλασαμένους μυθοποιΐας, καὶ σωμάτων τινῶν, καὶ ψυχῶν ἡμῖν
                   περιόδους, καὶ ἀλλοιώσεις ἀναπεμπάσαντας ταῖς τοῦ νοῦ παραφοραῖς τε, καὶ ὀνειρώξεσι, καὶ
                   εἰς τὴν τῶν νεκρῶν δυσσεβῶς ἐμπαροινήσαντας ἀναβίωσιν· τὰ τε γραφέντα παρὰ Θεοδωρήτου
                   κατὰ τῆς ὀρθῆς πίστεως, καὶ τῶν δώδεκα κεφαλαίων τοῦ μακαρίου Κυρίλλου, καὶ τὴν λεγομένην
                   Ἴβα  ἐπιστολήν,  συνοδικῶς  ἀνεθεμάτισάν  τε  καὶ  ἐβδελύξαντο.  Καὶ  τὴν  ὑπὸ  τῆς  ἔναγχος
                   συναθροισθείσης κατὰ ταύτην τὴν βασιλίδα πόλιν,  ἐπὶ τοῦ  ἐν θείᾳ τῇ λήξει γενομένου  ἡμῶν
                   βασιλέως Κωνσταντίνου, ἕκτης ἁγίας συνόδου πίστιν, ἣ μειζόνως τὸ κῦρος ἐδέξατο, δι’ ὧν ὁ
                   εὐσεβὴς βασιλεύς σφραγίσι τοὺς ταύτης τόμους κατησφαλίσατο, πρὸς τὴν ἐν τῷ παντὶ αἰῶνι
                   ἀσφάλειαν, καὶ αὖθις ὁμολογοῦμεν φυλάττειν ἀπαρεγχείρητον· ἣ δύο φυσικάς θελήσεις, ἤτοι
                   θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ
                   Χριστού, τοῦ ἀληθινοῦ Θεοῦ, δοξάζειν ἡμᾶς θεοφιλῶς διεσάφησε· τοὺς τὸ εὐθὲς τῆς ἀληθείας
                   δόγμα παραχαράξαντας, καὶ ἓν θέλημα, καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ ἑνὸς Κυρίου τοῦ Θεοῦ ἡμῶν
                   Ἰησοῦ  Χριστοῦ,  τοὺς  λαοὺς  ἐκδιδάξαντας,  τῇ  τῆς  εὐσεβείας  ψήφῳ  καταδικάσασα·  φαμέν,
                   Θεόδωρον τὸν τῆς Φαράν, Κῦρον τὸν Ἀλεξανδρείας, Ὁνώριον τὸν Ῥώμης, Σέργιον, Πύρρον,
                   Παῦλον,  Πέτρον,  τοὺς  ἐν  ταύτῃ  τῇ  θεοφυλάκτῳ  προεδρεύσαντας  πόλει,  Μακάριον,  τὸν
                   γενόμενον  τῆς  Ἀντιοχέων  ἐπίσκοπον,  Στέφανον  τὸν  αὐτοῦ  μαθητήν,  καὶ  τὸν  ἄφρονα
                   Πολυχρόνιον·  ἐντεῦθεν  ἀνέπαφον  τηροῦσα  τὸ  κοινὸν  σῶμα  Χριστοῦ  τοῦ  Θεοῦ  ἡμῶν.  Καὶ
                   συνελόντα φάναι, πάντων τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ διαπρεψάντων ἀνδρῶν, οἳ γεγόνασι
                   φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, τὴν πίστιν κρατεῖν βεβαίαν, καὶ μέχρι συντελείας
                   τοῦ αἰῶνος ἀσάλευτον διαμένειν θεσπίζομεν, καὶ τὰ αὐτῶν θεοπαράδοτα συγγράμματά τε καὶ
                   δόγματα, πάντας ἀποβαλλόμενοί τε, καὶ ἀναθεματίζοντες, οὓς ἀπέβαλον, καὶ ἀνεθεμάτισαν, ὡς
                   τῆς ἀληθείας ἐχθρούς, καὶ κατὰ Θεοῦ φρυαξαμένους κενά, καὶ ἀδικίαν εἰς ὕψος ἐκμελετήσαντας.
                   Εἰ δέ τις τῶν ἁπάντων μὴ τὰ προειρημένα τῆς εὐσεβείας δόγματα κρατοῖ καὶ ἀσπάζοιτο, καὶ οὕτω
                   δοξάζοι τε, καὶ κηρύττοι, ἀλλ’ ἐξ ἐναντίας ἰέναι τούτων ἐπιχειροῖ, ἔστω ἀνάθεμα, κατὰ τὸν ἤδη
                   ἐκτεθέντα ὅρον ὑπὸ τῶν προδηλωθέντων ἁγίων καὶ μακαρίων Πατέρων, καὶ τοῦ χριστιανικοῦ
                   καταλόγου, ὡς ἀλλότριος, ἐξωθείσθω καὶ ἐκπιπτέτω. Ἡμεῖς γὰρ οὔτε προστιθέναι τι, οὔτε μὴν
                   ἀφαιρεῖν, κατὰ τα προορισθέντα, παντελῶς διεγνώκαμεν, ἢ καθ’ ὁντιναοῦν δεδυνήμεθα λόγον.».

                                                                                                    19
   14   15   16   17   18   19   20   21   22   23   24