Page 18 - Gkrillas_EkklhsiastikoDikaio
P. 18

Κανόνες. Η δυναμική αυτή της Εκκλησίας, είναι αυτονόητη και απορρέει από τη

                   δυναμική  της  ίδιας  της  εν  Τρούλλω  Πενθέκτης  Οικουμενικής  Συνόδου,  καθ’
                   όσον η συσχέτιση προς τον πρώτο Κανόνα της Συνόδου αφήνει το περιθώριο

                   στην  Εκκλησία  να  ανασκευάζει  και  να  αναπροσαρμόζει  του  Κανόνες,  όπου
                                            19
                   αυτή κρίνει απαραίτητο .

                   19  Πενθέκτη Οικουμενική εν Τρούλω Σύνοδος. Κανών Α’: «Τάξις ἀρίστη, παντὸς ἀρχομένου καὶ
                   λόγου  καὶ  πράγματος,  ἐκ  Θεοῦ  τε  ἄρχεσθαι,  καὶ  εἰς  Θεόν  ἀναπαύεσθαι,  κατὰ  τὴν  θεολόγον
                   φωνήν. Ὅθεν, καὶ τῆς εὐσεβείας ὑφ' ἠμῶν ἤδη διαπρυσίως κηρυττομένης, καὶ τῆς ἐκκλησίας,
                   ἐφ’  ᾗ  Χριστὸς  τεθεμελίωται,  διηνεκῶς  αὐξανούσης  καὶ  προκοπτούσης,  ὡς  τῶν  τοῦ  Λιβάνου
                   κέδρων  ταύτην  ὑπερεκτείνεσθαι·  καὶ  νῦν  ἀρχὴν  τῶν  ἱερῶν  ποιούμενοι  λόγων  χάριτι  θείᾳ,
                   ὁρίζομεν, ἀκαινοτόμητόν τε καὶ ἀπαράτρωτον φυλάττειν τὴν παραδοθεῖσαν ἡμῖν πίστιν ὑπό τε
                   τῶν αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ Λόγου, τῶν θεοκρίτων Ἀποστόλων· ἔτι δὲ καὶ τῶν τριακοσίων
                   δέκα καὶ ὀκτὼ ἁγίων καὶ μακαρίων Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων ἐπὶ Κωνσταντίνου τοῦ
                   γενομένου  ἡμῶν  βασιλέως,  κατ'  Ἀρείου  τοῦ  δυσσεβοῦς,  καὶ  τῆς  παρ'  αὐτοῦ  δογματισθείσης
                   ἐθνικῆς  ἐτεροθεΐας,  ἢ  πολυθεΐας,  εἰπεῖν  οἰκειότερον·  οἳ  τῇ  ὁμογνωμοσύνῃ  τῆς  πίστεως  τὸ
                   ὁμοούσιον  ἡμῖν  ἐπὶ  τῶν  τριῶν  τῆς  θεαρχικῆς  φύσεως  ὑποστάσεων  ἀπεκάλυψάν  τε  καὶ
                   διετράνωσαν,  μὴ  ἐπικεκρύφθαι  τῷ  μοδίῳ  τῆς  ἀγνωσίας  τοῦτο  παραχωρήσαντες,  ἀλλὰ  τὸν
                   Πατέρα,  καὶ  τὸν  Υἱόν,  καὶ  τὸ  ἅγιον  Πνεῦμα  προσκυνεῖν  μιᾷ  προσκυνήσει  τοὺς  πιστοὺς
                   ἀναφανδὸν ἐκδιδάξαντες· καὶ τήν τε τῶν ἀνίσων βαθμῶν τῆς Θεότητος δόξαν καθελόντες καὶ
                   διασπάσαντες, τά τε, ὑπὸ τῶν αἱρετικῶν συστάντα ἐκ ψάμμου κατὰ τῆς ὀρθοδοξίας μειρακιώδη
                   ἀθύρματα καταβαλόντες καὶ ἀνατρέψαντες· ὡσαύτως δὲ καὶ τὴν ἐπὶ τοῦ μεγάλου Θεοδοσίου,
                   τοῦ  γενομένου  ἡμῶν  βασιλέως,  ὑπὸ  τῶν  ἐν  ταύτῃ  τῇ  βασιλίδι  πόλει  συναχθέντων  ἑκατὸν
                   πεντηκοντα  ἁγίων  Πατέρων  κηρυχθεῖσαν  πίστιν  κρατύνομεν,  τάς  θεολόγους  φωνὰς
                   ἀσπαζόμενοι,  καὶ  τὸν  βέβηλον  Μακεδόνιον  τοῖς  προτέροις  ἐχθροῖς  τῆς  ἀληθείας
                   συνεξελαύνοντες,  ὡς  δοῦλον  αὐθαδῶς  τὸ  δεσπόζον  δοξᾶσαι  τολμήσαντα,  καὶ  σχίσαι  τὴν
                   ἄτμητον μονάδα λῃστρικῶς προελόμενον, ὡς ἂν μὴ ἐντελὲς ἡμῖν τὸ τῆς ἐλπίδος εἴη μυστήριον·
                   τῷ βδελυρῷ τούτῳ καὶ κατὰ τῆς ἀληθείας ληττήσαντι, καὶ Ἀπολλινάριον, τὸν τῆς κακίας μύστην,
                   συγκατακρίναντες, ὃς ἄνουν καὶ ἄψυχον τὸν Κύριον ἀνειληφέναι σῶμα δυσσεβῶς ἐξηρεύξατο,
                   ἐντεῦθεν καὶ οὗτος ἀτελῆ τὴν σωτηρίαν ἡμῖν γενέσθαι συλλογιζόμενος. Ἀλλὰ μὴν καὶ τὰ παρὰ
                   τῶν  ἐν  τῇ  Ἐφεσίων  πόλει  τὸ  πρότερον  συναχθέντων  ἐπὶ  Θεοδοσίου,  τοῦ  υἱοῦ  Ἀρκαδίου,
                   γενομένου ἡμῶν βασιλέως, διακοσίων Θεοφόρων Πατέρων ἐκτεθέντα διδάγματα, ὡς κράτος
                   ἀρραγὲς  τῆς  εὐσεβείας,  ἐπισφραγίζομεν,  ἕνα  Χριστὸν  τὸν  Υἱὸν  τοῦ  Θεοῦ,  καὶ  σαρκωθέντα
                   κηρύττοντες,  καὶ  τὴν  αὐτὸν  ἀσπόρως  τεκοῦσαν  ἄχραντον  ἀειπάρθενον,  κυρίως  καὶ  κατὰ
                   ἀλήθειαν  Θεοτόκον  δοξάζοντες·  καὶ  τὴν  ληρώδη  τοῦ  Νεστορίου  διαίρεσιν,  ὡς  ἀπῳκισμένην
                   θείας μοίρας ἀποδιώκοντες, ἄνθρωπον ἰδικῶς, καὶ Θεόν ἰδικῶς, τὸν ἕνα Χριστὸν δογματίζοντος,
                   καὶ τὴν ἰουδαϊκὴν ἀνανεοῦντος δυσσέβειαν. Οὐ μὴν ἀλλὰ καὶ τὴν ἐν Χαλκηδονέων μητροπόλει
                   ἐπὶ  Μαρκιανοῦ,  καὶ  αὐτοῦ  γενομένου  ἡμῶν  βασιλέως,  τῶν  ἑξακοσίων  τριάκοντα  θεοκρίτων
                   Πατέρων στηλογραφηθεῖσαν πίστιν ὀρθοδόξως ἐπικυροῦμεν· ἥτις τὸν ἕνα Χριστὸν τὸν Υἱὸν τοῦ
                   Θεοῦ  ἐκ  δύο  συντεθέντα  τῶν  φύσεων,  καὶ  ἐν  δύο  ταῖς  αὐταῖς  δοξαζόμενον  φύσεσι,
                   μεγαλοφώνως τοῖς πέρασι παραδέδωκε, καὶ Εὐτυχέα τὸν ματαιόφρονα, τὸν δοκήσει τὸ μέγα τῆς
                   οἰκονομίας μυστήριον τελεσθῆναι ἀποφηνάμενον, ὡς ἀποτρόπαιόν τι καὶ μίασμα τῶν ἱερῶν τῆς
                   ἐκκλησίας  περιβόλων  ἐξήλασε·  σὺν  αὐτῷ  δὲ  καὶ  Νεστόριον,  καὶ  Διόσκορον,  τὸν  μέν,  τῆς
                   διαιρέσεως,  τὸν  δέ,  τῆς  συγχύσεως  ὑπερασπιστήν  τε  καὶ  πρόμαχον,  τοὺς  ἐκ  διαμέτρου  τῆς
                   ἀσεβείας πρὸς ἓν ἐκπεπτωκότας ἀπωλείας καὶ ἀθεότητος βάραθρον. Ἀλλά γε καὶ τάς εὐσεβεῖς

                                                                                                    18
   13   14   15   16   17   18   19   20   21   22   23