Page 8 - konstantinou-megvasileios
P. 8

17
                   αυτοπροσώπως  ή  δι΄αντιπροσώπων  να  εκφράσει  τις  αντιρρήσεις  του .
                   Πίστευε  πως  ο  προεστός  ως  απολογούμενος  στο  Θεό  για  κάθε  ψυχή,
                   έπρεπε να γνωρίζει και τα κρυπτά της καρδίας των μοναχών . Θεωρούσε
                                                                                        18
                   κεφαλαιώδες  ζήτημα  την  απόρριψη  των  πολλών  πνευματικών
                                                               19
                   αδελφοτήτων  εντός  της  ιδίας  μονής . Αναμφίβολα  ο  Βασίλειος  δεν
                                                                         20
                   ενέκρινε τον εντός της αδελφότητας ιδιωτικό βίο .















                   17  «Τὸν δὲ μὴ καταδεχόμενον τὰ παρὰ τοῦ προεστῶτος ἐγκριθέντα χρὴ φανερῶς ἢ ἰδίᾳ
                   αὐτῷ  ἀντιλέγειν,  εἴ  τινα  ἔχοι  λόγον  ἰσχυρὸν  κατὰ  τὸ  βούλημα  τῶν  Γραφῶν,  ἢ
                   σιωπήσαντα  τὸ  προστεταγμένον  ποιεῖν.  Εἰ  δὲ  αὐτὸς  αἰσχύνοιτο,  ἄλλοις  τισὶ  μεσίταις
                   πρὸς τοῦτο χρησάσθω, ἵνα, εἰ μὲν παρὰ τὴν Γραφὴν εἴη ἡ διαταγὴ, ἐξέληται καὶ αὐτὸς
                   ἑαυτὸν καὶ τοὺς ἀδελφοὺς βλάβης», Βασίλειος Καισαρείας, Κεφάλαια τῶν κατά πλάτος
                   ὅρων, PG 31, 1036C-D.
                   18  «Διόπερ ὁ τὴν κοινὴν φροντίδα πεπιστευμένος, ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου,
                   οὕτω διακείσθω· εἰδὼς, ὅτι, ἐὰν ἐμπέσῃ εἰς ἁμαρτίαν εἷς τῶν ἀδελφῶν, μὴ προειπόντος
                   αὐτῷ  τὸ  δικαίωμα  τοῦ  Θεοῦ,  ἢ  ἐμπεσὼν  ἐπιμένῃ,  μὴ  διδαχθεὶς  τὸν  τρόπον  τῆς
                   διορθώσεως,  τὸ  αἷμα  αὐτοῦ  ἐκ  τῶν  χειρῶν  αὐτοῦ  ἐκζηθήσεται,  καθὼς  γέγραπται·  καὶ
                   μάλιστα,  ἐὰν  μὴ  δι'  ἄγνοιαν  παρίδῃ  τι  τῶν  ἀρεσκόντων  Θεῷ,  ἀλλὰ  διὰ  κολακείαν
                   συμπεριφερόμενος τοῖς ἑκάστου κακοῖς, τὴν ἀκρίβειαν τῆς πολιτείας ἐκλύσῃ...Δεῖ δὲ καὶ
                   τῶν  ὑποτεταγμένων  ἕκαστον,  εἴ  γε  μέλλοι ἀξιόλογον  προκοπὴν  ἐπιδείκνυσθαι,  καὶ  ἐν
                   ἕξει τῆς κατὰ τὰ προστάγματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ζωῆς γενέσθαι, μηδὲν
                   μὲν  ψυχῆς  κίνημα  ἀπόκρυφον  φυλάσσειν  παρ'  ἑαυτῷ,  μηδένα  δὲ  λόγον  ἀβασανίστως
                   προΐεσθαι,  ἀλλ'  ἀπογυμνοῦν  τὰ  κρυπτὰ  τῆς  καρδίας  τοῖς  πεπιστευμένοις  τῶν
                   εὐσπλάγχνως  καὶ  συμπαθῶς  ἐπιμελεῖσθαι  τῶν  ἀσθενούντων»,  Βασίλειος  Καισαρείας,
                   Κεφάλαια τῶν κατά πλάτος ὅρων, PG 36, 984C & 985D-988Α.
                   19  Βασίλειος Καισαρείας, Κεφάλαια τῶν κατά πλάτος ὅρων, PG 31, 1004Α-1008Β.
                   20   «Εἰ  χρὴ  ἔχειν  τι  ἴδιον  ἐν  ἀδελφότητι.  ΑΠΟΚΡΙΣΙΣ.  Τοῦτο  ἐναντίον  ἐστὶ  τῆς  ἐν  ταῖς
                   Πράξεσι  περὶ  τῶν  πιστευσάντων  μαρτυρίας,  ἐν  αἷς  γέγραπται·  Καὶ  οὐδείς  τι  τῶν
                   ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι. Ὁ οὖν λέγων ἴδιόν τι εἶναι, ἑαυτὸν ἀλλότριον τῆς
                   τοῦ Θεοῦ Ἐκκλησίας κατέστησε, καὶ τῆς τοῦ Κυρίου ἀγάπης, τοῦ διδάξαντος καὶ λόγῳ
                   καὶ ἔργῳ τὴν ψυχὴν ἑαυτοῦ τιθέναι ὑπὲρ τῶν φίλων, οὐχ ὅτι γε τὰ ἐκτός. ΕΡΩΤΗΣΙΣ Π'
                   Ἐὰν δὲ λέγῃ τις, ὅτι «Οὔτε λαμβάνω παρὰ τῆς ἀδελφότητος, οὔτε δίδωμι, ἀλλὰ τοῖς ἐμοῖς
                   ἀρκοῦμαι», τί πρὸς τοῦτον παραφυλάξομεν. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὴ ἀνέχοιτο τῆς τοῦ Κυρίου
                   διδασκαλίας εἰ πόντος, Ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς, ἀνασχώμεθα τοῦ
                   Ἀποστόλου εἰπόντος· Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν· ἵνα μὴ γένη ται τὸ, Μικρὰ
                   ζύμη ὅλον φύραμα δολοῖ», Βασίλειος Καισαρείας, Κεφάλαια τῶν όρων τῶν κατ' ἐπιτομὴν,
                   PG 31, 1144Α-Β.

                                                            7
   3   4   5   6   7   8   9   10   11   12   13